mercoledì 17 ottobre 2012

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΟΚΤΩΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους, ς' καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια Στιχηρά.


Ἦχος πλ.δ'
Τὶ σε ὀνομάσω Ἀπόστολε; οὐρανόν, ὅτι τὴν δόξαν διηγήσω τοῦ Θεοῦ· ἀστραπήν, ὅτι τὸν κόσμον καταυγάζεις φωτισμῷ· νεφέλην, ἐπομβροῦσαν θεῖα νάματα, κρατῆρα, τῆς σοφίας ἐνθεώτατον, οἶνον ἡμῖν ἀναβρύοντα, τὸν τὰς καρδίας εὐφραίνοντα· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ σε νῦν προσείπω Θεόληπτε; ποταμόν, ἐκ Παραδείσου προερχόμενον ἡμῖν, κιβωτὸν τῆς διαθήκης, ἣν διέθετο Χριστός· φωστῆρα, νοητὸν φῶς ἀπαστράπτοντα· λυχνίαν, Ἐκκλησίαν καταυγάζουσαν· ἄρτον ζωῆς, θείαν τράπεζαν, ποτήριον θείου πόματος· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Τὶ σὲ νῦν Θεόπτα καλέσωμεν; λειτουργὸν τῶν μυστηρίων, δραστικώτατον Χριστοῦ, τῆς σκηνῆς τῆς νοουμένης, ἀρχιτέκτονα σοφόν, τὰς πλάκας, λατομοῦντα τὰς τῆς χάριτος, τὸν νόμον, γεγραφότα τὸν καινότατον, τὸν ἐκ Σιὼν προερχόμενον, καὶ διὰ σοῦ κηρυττόμενον· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ σὲ νῦν καλέσωμεν Ἔνδοξε; θησαυρὸν τῶν οὐρανίων, χαρισμάτων ἀσφαλῆ· ἰατρὸν καὶ τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἀκριβῆ· τοῦ Παύλου, συνεργάτην καὶ συνέκδημον, τὰς Πράξεις Ἀποστόλων ἐκτιθέμενον. Πολλὰ Λουκᾶ τὰ ὀνόματα, ἡ ἀρετὴ σοι πεποίηκεν· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ σε Θεορρῆμον προσφθέγξωμαι; Μαθητὴν ὅτι ἡμῖν, εὐηγγελίσω τὸν Χριστόν· ἰατρὸν ὅτι τὰ πάθη, θεραπεύεις τῶν ψυχῶν, λυχνίαν, νοητὸν φῶς ἀπαστράψασαν· κρηπῖδα, καὶ θεμέλιον τῆς πίστεως· σὺ γὰρ ἡμῖν διεχάραξας, τὸ πάνσεπτον Εὐαγγέλιον· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ σε νῦν προσείπω Θαυμάσιε; θεωρὸν τῶν τῆς σοφίας, διδαγμάτων ἀψευδῆ; συγγραφέα πρακτικόν, τῆς Ἀποστόλων διδαχῆς, καὶ στῦλον, εὐσεβείας ἀκατάσειστον, ἢ πύργον Ἐκκλησίας ἀκατάλυτον. Πολλά σου τὰ προτερήματα, καὶ μείζονα τὰ χαρίσματα· Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος πλ. β' Ἀνατολίου
Ἀπόστολε Χριστοῦ, καὶ τῶν θείων δογμάτων Συγγραφεῦ, καί τῆς Ἐκκλησίας ἑδραίωμα· σὺ ὡς ἀληθῶς, τὰς ἐν ζόφῳ τῆς ἀγνωσίας καρδίας, εἰσδυσάσας ἐν τῷ βυθῷ τῆς ἀπωλείας, ἑλκύσας θεηγορίαις, διέσωσας ὡς ἐκ σάλου τρικυμίας, ὀπαδὸς γενόμενος τοῦ σκεύους τῆς ἐκλογῆς Παύλου, ἀλλὰ καὶ μιμητής. Ὅθεν αἰτοῦμέν σε, Λουκᾶ ἀξιάγαστε, τῶν Ἀντιοχέων τὸ ἐγκαλλώπισμα. Πρέσβευε τῷ Σωτῆρι καὶ Θεῷ ὑπὲρ τῶν πίστει ἐκτελούντων τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν... Θεοτοκίον
Τριὰς ἀπειροδύναμε, μονὰς ἡ Τρισυπόστατος, ταῖς πρεσβείαις τοῦ σεπτοῦ σου Μαθητοῦ, καὶ θείου Ἀποστόλου, καὶ τῆς Ἀειπαρθένου, σῶσον ἡμᾶς τοὺς ἀνυμνοῦντάς σε.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α' Χαίροις ἀσκητικῶν 
Χάρις τοῖς χείλεσί σου Λουκᾶ, πυρίνῃ γλώσσῃ ἐξεχύθη Ἀπόστολε, καὶ γλῶσσα πυρὸς ἐδείχθης, λόγους ἐκπέμπων φωτός, τοῖς φωτὸς ἀξίοις τῷ κηρύγματι, βολίδας φλεγούσας δέ, τοῖς τὸ σκότος ποθήσασι, γράφων διδάσκων, τὸ σεπτὸν Εὐαγγέλιον, καὶ ὀσμὴ ζωῆς, τοῖς ζωὴν ὄντως θέλουσιν, ὤφθης ὡς Παῦλος ἔφησεν, ὃν ἔσχες διδάσκαλον· ὀσμὴ θανάτου δὲ πάλιν, τοῖς μὴ ζωὴν ἀγαπήσασιν. Ἀλλ' ἡμῖν εἰρήνην, καὶ ζωὴν καὶ φῶς παράσχου, καὶ μέγα ἔλεος.


Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ἔγνωμεν ἐκ τῶν λόγων τῶν σῶν, καθάπερ ἔφης τὴν τῶν λόγων ἀσφάλειαν, ὧν ἔθου ἐνθέως Μύστα· ἐπείπερ γράψαι ἡμῖν, περὶ τῶν πραγμάτων ἐπεχείρησας, ὧν πεπληροφόρησαι, καὶ καθὼς σοι παρέδωκαν, οἱ πρὶν αὐτόπται, ὧν καὶ σὺ ἴσος γέγονας, ὑπηρέτης τε, τῆς τοῦ Λόγου σαρκώσεως, ὃν μετὰ τὴν Ἀνάστασιν, εἰς Ἐμμαοὺς ἔβλεψας, καὶ καιομένῃ καρδίᾳ, μετὰ Κλεόπα συνέφαγες. Αὐτοῦ θείας θέρμης, καὶ ἡμῶν τῶν σὲ τιμώντων, τὰς ψυχὰς πλήρωσον.


Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Χαῖρε ὁ μόνος γράψας ἡμῖν, τὸ Χαῖρε χαίρων τῆς Ἁγνῆς Εὐαγγέλιον, καὶ ταύτην Κυριοτόκον, εἰπόντα τὸν Βαπτιστήν, ἐκ γαστρὸς οὗ γράφεις, καὶ τὴν σύλληψιν· καὶ Λόγου τὴν σάρκωσιν, πειρασμοὺς καὶ τὰ θαύματα, λόγους καὶ πάθη, τὸν σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἔγερσιν, ἣν περ εἶδες, καὶ ἄνοδον, Πνεύματός τε τὴν κάθοδον, κηρύκων τὰς πράξεις τε, καὶ ἐξαιρέτως τοῦ Παύλου, οὗ περ ἐδείχθης συνέκδημος, ἀκέστορ καὶ Μύστα, καὶ φωστὴρ τῆς Ἐκκλησίας, ἣν φρούρει πάντοτε.

Εἶτα τὸ παρὸν ἰδιόμελον.
Στίχ. Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου.
Ἦχος δ' Βασιλείου
Τῷ τῆς Σοφίας ἁλιευτικῷ καλάμῳ, τῆς νοητῆς θαλάσσης, τὸν βυθὸν ἀνιχνεύων, ἐκ θανατηφόρου βυθοῦ, τὰς τῶν πιστῶν ψυχὰς ἐζώγρησας, Λουκᾶ παμμακάριστε. Ὅθεν τῷ Παύλῳ μαθητευθείς, ὅλην ἐκάθηρας τὴν σαυτοῦ καρδίαν, τῇ ἐπιλάμψει τοῦ Πνεύματος, καὶ τοῖς δόγμασί σου τὰ ἔθνη φωτίσας, τὰ τῶν παθῶν νοσήματα, τοῖς θαύμασιν ἰάτρευσας, Χριστὸν τὸν Θεὸν ὑπὲρ ἡμῶν ἀεὶ δυσωπῶν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος πλ. β'
Πάνσοφε Ἁλιεῦ, Ἅγιε Μαθητά, ἐργάτα τοῦ Σωτῆρος, καὶ θρίαμβε τῶν αὐτοῦ παθημάτων·ὁ τὴν κτίσιν τῇ πίστει διαδραμὼν, καὶ τῆς πλάνης τὰ ἔθνη συναγαγὼν, καὶ Θεῷ προσενέγκας, ὡς θυμίαμα καλόν, εἰς οὐρανοὺς εὐωδώθης. Διὸ παριστάμενος τῷ Κριτῇ, πρέσβευε ῥυσθῆναι ἡμᾶς, τῶν ἀνομιῶν ἡμῶν, καὶ ἐν ἡμέρᾳ κρίσεως, λυτρωθῆναι κολάσεως.
Καὶ νῦν... Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρώην κατάρας τὸν Ἀδὰμ ἠλευθέρωσε· διὸ σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε, καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.


Ἀπολυτίκιον Ἦχος γ'
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλανθρωπος.







Nessun commento:

Posta un commento