martedì 13 novembre 2012

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΝΟΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου καὶ πανευφήμου Ἀποστολου Φιλίππου .


ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εἰς το, κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τρία, δευτεροῦντες αὐτά.
Ἦχος πλ. β'
Ὅλην ἀποθέμενοι 
Πρᾶξιν μὲν ἐπίβασιν, εἰλικρινοῦς θεωρίας, θεωρίαν τέλος δέ, φιλοθέου πράξεως Μάκαρ θέμενος, τὸν Χριστὸν ἠξίωσας, τοῦ Πατρὸς τὴν δόξαν, ὑποδεῖξαί σοι τήν ἄφραστον· καὶ γὰρ ἐφίεται, πᾶσα λογικὴ φύσις ἔνδοξε, Θεοῦ τοῦ ὑποστήσαντος, καὶ τοῦ ποθουμένου τετύχηκας, τούτου παραυτίκα, δεξάμενος σφραγῖδα τὸν Υἱόν· ὃν παρρησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Θείαις ἀναβάσεσι, διαπαντὸς κεχρημένος, ὡς Μωσῆς τὸ πρότερον, τὸν Θεὸν θεάσασθαι ἐπεπόθησας· καὶ γνωστῶς εἶδες δέ, τὴν αὐτοῦ εἰκόνα, δεδεγμένος πρὸς ἐμφέρειαν· Πατρὸς γὰρ σύντομος, γνῶσις ὁ Υἱὸς καὶ ἀπόδειξις, Υἱοῦ δὲ καὶ Γεννήτορος, μία ἡ οὐσία γνωρίζεται, καὶ ἡ διὰ πάντων, ταυτότης ἀναφαίνεται σεπτῶς, καὶ βασιλεία καὶ δύναμις, δόξα καὶ προσκύνησις.

Ὄργανον κρουόμενον, ταῖς θεϊκαῖς ἐπιπνοίαις, καὶ ταῖς ὑφηγήσεσι, τοῦ Ἁγίου Πνεύματος ἐχρημάτισας, καὶ τὸ ὑπερκόσμιον, μελῳδῶν ἐν κόσμῳ, τοῦ Σωτῆρος Εὐαγγέλιον, πυρίνῃ γλώσσῃ σου, πᾶσαν τὴν ἀπάτην κατέφλεξας, ὡς ὕλην εὐκατάπρηστον, καὶ ὡς χόρτον γῆς μαραινόμενον, καὶ τὸν ἐπὶ πάντων, Δεσπότην τε καὶ Κύριον Χριστόν, τῇ οἰκουμένῃ ἐκήρυξας, Φίλιππε θεσπέσιε.

Δόξα... Ἦχος πλ. β'

Βύζαντος
Τοῦ μεγάλου Φίλιππε φωτός, ταῖς ἀστραπαῖς πυρωθείς, παγκόσμιος ἐξέλαμψας φωστήρ, τὸν Πατέρα δὲ τῶν φώτων, ἐν Υἱῷ ζητήσας εὗρες, ἐν τῷ φωτὶ· τὸ φῶς γὰρ εὑρίσκεται, καὶ γὰρ οὗτος σφραγὶς ἰσότυπος, δηλῶν τὸ ἀρχέτυπον· Ὃν Ἀπόστολε δυσώπει, τοὺς ἐσφραγισμένους τῷ θείῳ, περισῴζεσθαι αἵματι.
Καὶ νῦν ... Θεοτοκίον
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδοξου θαύματος 
Ὢ τοῦ παραδόξου θαύματος! ὁ τοὺς ἰχθύας ποτέ, σαγηνεύων Ἀπόστολος, τῶν ἀνθρώπων γέγονεν, ἁλιεὺς θεοπροβλητος, λόγων σαγήνῃ, ἔθνη ἐζώγρησε. Σταυροῦ ἀγκίστρῳ, κόσμον ἀνείλκυσεν, Ὢ οἷον θήραμα, τῷ Χριστῷ προσήγαγεν, ὁ θεουργός! οὗπερ τὸ μνημόσυνον, νῦν ἑορτάζομεν.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ὢ τοῦ παραδόξου θαύματος! ἀποσταλεὶς ἐκ Θεοῦ, ὁ Ἀπόστολος Φίλιππος, μέσον λύκων πρόβατον,ἀπτοήτως νῦν πρόεισι, τοὺς θῆρας ἄρνας, πίστει ἀνέδειξε, τὸν κόσμον θείως, μετεστοιχείωσεν. Ὢ ἔργα πίστεως! ὢ δυνάμεις ἄρρητοι! οὗ ταῖς εὐχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Ὢ τοῦ παραδόξου θαύματος! φρέαρ πηγάζον ζωήν, ἐν σοφίας ἀντλήματι, τοῖς ἐν κόσμῳ πέφηνεν, ὁ Ἀπόστολος Φίλιππος, ἀφ' οὗ περ ῥεῖθρα, δογμάτων πρόεισιν, ἐξ οὗ θαυμάτων, ῥεύματα πίνομεν. Ὢ οἷα δέδρακε, φοβερὰ τεράστια, ὁ θεουργός! οὗπερ τὸ μνημόσυνον πίστει γεραίρομεν.
Δόξα... Ἦχος β' Βυζαντίου
Καταλιπὼν τὰ ἐπὶ γῆς, ἠκολούθησας Χριστῷ, καὶ σφραγισθεὶς τῷ ἐμφυσήματι τοῦ Ἁγίου Πνεύματος, ἀπεστάλης ὑπ' αὐτοῦ, εἰς τὰ ἔθνη τὰ ἀπολωλότα, ἐπιστρέφειν τοὺς ἀνθρώπους, εἰς φῶς θεογνωσίας, Φίλιππε Ἀπόστολε, καὶ τελέσας τὸν ἀγῶνα τοῦ θείου σου πόθου, διὰ βασάνων πολυπλόκων, τὴν ψυχήν σου τῷ Θεῷ παρέδωκας. Αὐτὸν ἱκέτευε παμμακάριστε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Θεοτοκίον
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἀπολυτίκιον Ἦχος γ'
Απόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.




Nessun commento:

Posta un commento