lunedì 19 novembre 2012

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Τὰ Προεόρτια τῆς ἐν τῷ Ναῷ εἰσόδου τῆς Ὑπεραγίας Θεοτόκου, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ᾑμων Γρηγορίου τοῦ Δεκαπολίτου, καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίς στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Προεορτίων.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων 
Λαμπαδηφόροι Παρθένοι, τὴν Ἀειπάρθενον, φαιδρῶς ὁδοποιοῦσαι, προφητεύουσιν ὄντως, ἐν πνεύματι τὸ μέλλον· ναὸς γὰρ Θεοῦ, ἡ Θεοτόκος ὑπάρχουσα, πρὸς τὸν Ναόν μετὰ δόξης παρθενικῆς, νηπιόθεν ἐμβιβάζεται.

Ἐπαγγελίας ἁγίας, καὶ ὁ καρπὸς εὐκλεής, ἡ Θεοτόκος ὄντως, ἀνεδείχθη τῷ κόσμῳ, ὡς πάντων ὑπερτέρα· ἥ εὐσεβῶς, προσαγομένη ἐν οἴκῳ Θεοῦ, τὴν προσευχὴν τῶν τεκόντων ἀποπληροῖ, συντηρουμένη θείῳ Πνεύματι.

Ἐπουρανίῳ τραφεῖσα, Παρθένε ἄρτῳ πιστῶς, ἐν τῷ Ναῷ Κυρίου, ἀπεκύησας κόσμῳ, ζωῆς ἄρτον τὸν Λόγον, ᾧ ὡς ναός, ἐκλεκτὸς καὶ πανάμωμος, προεμνηστεύθης τῷ Πνεύματι μυστικῶς, νυμφευθεῖσα τῷ Θεῷ καὶ Πατρί.

Τοῦ Ἁγίου Γρηγορίου, ὅμοια
Τὰς οὐρανίους σκηνώσεις, ἐν εὐφροσύνῃ οἰκῶν, καὶ σὺν Ἀγγέλοις Πάτερ, παρεστὼς παρρησίᾳ, τῷ θρόνῳ τοῦ Κυρίου, τοῖς ἐπὶ γῆς ἐκτελοῦσι τὴν μνήμην σου, τῶν ἐγκλημάτων τὴν λύσιν, καὶ τῶν παθῶν, δωρηθῆναι καθικέτευε.

Τῶν προσευχῶν τῇ δρεπάνῃ, Πάτερ Γρηγόριε, τὰς τῶν παθῶν ἀκάνθας, ἐκτεμὼν καὶ νεώσας, ἀρότρῳ ἐγκρατείας, τὴν γῆν τῆς ψυχῆς, κατεβάλου τὰ σπέρματα, τῆς εὐσεβείας ἐν ταύτῃ, δι' ὧν ἡμῖν, ἐκβλαστάνεις ἰαμάτων καρπούς.

Τῶν ἀρετῶν σε δοχεῖον, καλοῦμεν Ὅσιε, ὡς ἡσυχίας φίλον, ἀγρυπνίας ἐργάτην, καὶ στήλην σωφροσύνης, καὶ προσευχῆς, ἐνδιαίτημα ἄσυλον, καὶ τῶν θαυμάτων ταμεῖον, καὶ πρεσβευτήν, τῶν τιμώντων σε Γρηγόριε.

Δοξα... Καὶ νῦν ... Ἦχος δ'

Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος, ἐν Ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν Ἀγγέλων μυστικῶς πανηγυρίζει, μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Πρόκλου.

Ἦχος δ'
Ἔδωκας σημείωσιν 
Δογμάτων φαιδρότητι, καὶ τῇ τοῦ βίου λαμπρότητι, εὐσεβῶς κατεκόσμησας, Πρόκλε παναοίδιμε, τὴν ἱεραρχίαν, καὶ τῆς Ἐκκλησίας, στῦλος ἐδείχθης ἀληθῶς, καταφωτίζων πάντας τοῖς λόγοις σου. Διὸ σε μακαρίζομεν, καὶ ἐν ψαλμοῖς τε καὶ ᾄσμασι, τὴν ἁγίαν καὶ πάνσεπτον, ἑορτάζομεν μνήμην σου.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Λαμπρῶς ἐδογμάτισας, καὶ θεοφρόνως ἐκήρυξας, Θεοτόκον τὴν ἄχραντον, Κόρην ὡς κυήσασαν, τὸν πρὸ τῶν αἰώνων, Κτίστην καὶ Δεσπότην, Υἱὸν καὶ Λόγον τοῦ Πατρός, καὶ ἐπ' ἐσχάτων δι' ἡμᾶς ἄνθρωπον, γενόμενον θελήματι, καὶ μὴ τραπέντα τῆς φύσεως, καὶ Νεστόριον ᾔσχυνας, ἀσεβῆ καὶ παράφρονα.

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται

Ναμάτων ἑξήντλησας, τῶν χρυσαυγῶν παναοίδιμε, τοῦ σοφοῦ θεοκήρυκος, οὗπερ καὶ διάδοχος, καὶ τῆς εὐσεβείας, ὤφθης καὶ καθέδρας, ἐπιστηρίζων διδαχαῖς, τῆς ἀληθείας Χριστοῦ τὸ ποίμνιον, καὶ τούτου τὸ ἁγνότατον, καὶ πανσεβάσμιον λείψανον, ὥσπερ κόσμον τερπνότατον, τῇ Ἐκκλησία ἀπέδωκας.

Δόξα... Καὶ νῦν ... Ἦχος δ'

Δεῦτε πάντες οἱ πιστοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν τῷ ναῷ προσενεχθεῖσαν, τὴν πρὸ τῶν αἰώνων προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε, πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον τῶν Ἁγίων

Ἦχος δ'
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.
Δόξα... Καὶ νῦν ... Προεόρτιον
Ἦχος ὁ αὐτὸς
Ταχὺ προκατάλαβε 
Χαρὰν προμνηστεύεται, σήμερον Ἄννα ἡμῖν, τῆς λύπης ἀντίθετον, καρπὸν βλαστήσασα, τὴν μόνην Ἀειπάρθενον· ἣν περ δὴ καὶ προσάγει, τὰς εὐχὰς ἐκπληροῦσα, σήμερον γηθομένη, τῷ Ναῷ τοῦ Κυρίου, ὡς ὄντως ναὸν τοῦ Θεοῦ Λόγου, καὶ Μητέρα ἁγνήν.







Nessun commento:

Posta un commento