venerdì 16 dicembre 2011

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Προφήτου Δανιήλ, καὶ τῶν Ἁγίων τριῶν Παίδων, Ἀνανίου, Ἀζαρίου, Μισαήλ, καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου τοῦ νέου, Ἀρχιεπισκόπου Αἰγίνης τοῦ θαυματουργοῦ, τοῦ ἐκ τῆς νήσου Ζακύνθου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν

Ὁ λαμπρότατος ἥλιος, Προφητῶν ὁ περίδοξος, εὐφημείσθω σήμερον θείοις ᾄσμασι, τῶν χαρισμάτων τοῦ Πνεύματος, θεῖον ἐνδιαίτημα, ἡ ἀείρυτος πηγή, ἡ διόπτρα τοῦ Πνεύματος, ὁ ὑπέρτιμος, καὶ πανάριστος στῦλος τῶν δογμάτων, ἡ κρηπὶς τῆς οἰκουμένης, τὸ ἀκατάσειστον ἔρεισμα.

Ὡς ἀστέρα φανότατον, ἑωσφόρον ὡς μέγιστον, ἐπιθυμιῶν τε ἄνδρα τιμῶμέν σε, τῶν ἀρετῶν ταῖς λαμπρότησι, φαιδρῶς ἀποστίλβοντα, καὶ φωτίζοντα πιστῶν, τὰς ψυχάς καὶ τὰ σώματα, καὶ βοῶμέν σοι, Δανιὴλ ὑποφῆτα τὸν Σωτῆρα, ἐκδυσώπει τοῦ σωθῆναι, τοὺς εὐσεβῶς ἀνυμνοῦντάς σε.

Σοῦ ἡ γλῶσσα ὡς κάλαμος, γραμματέως Πολύσοφε, ὀξυγράφου γέγονε ῥητορεύουσα· νόμος Θεοῦ γὰρ ἐγκάρδιος, ἐν σοὶ πεπολίτευται, καὶ τὸ στόμα σου λαλοῦν, κρίσιν ἔνδικον δέδεικται, ἐν οἷς ᾔσχυνας, παρανόμους πρεσβύτας καὶ Σωσάνναν, ἐκ θανάτου ἐλυτρώσω, τῶν Προφητῶν τὸ ἀγλάϊσμα.
Στιχηρὰ Προσόμοια τῶν Ἁγίων τριῶν Παίδων.
Ἦχος ὁ αὐτὸς
Νόμων ἀντεχόμενοι, τῶν θεοσδότων Πανόλβιοι, μιαραῖς οὐκ ἐχράνθητε, τροφαῖς ἀλλ' ἀκήρατον, τῆς ψυχῆς τὸ κάλλος, διασεσωκότες, διετηρήσατε σαφῶς, ἀδιαλώβητον καὶ ἀμάραντον, τὸ ἄνθος τὸ θαυμάσιον, καὶ τὴν τερπνὴν ὡραιότητα, τοῦ Δεσπότου δοξάζοντος, τοὺς αὐτὸν θεραπεύοντας.

Θείῳ πυρακτούμενοι, οἱ Νεανίαι πυρσεύματι, τοῦ πυρὸς κατεφρόνησαν, ἐν ᾧ δροσιζόμενοι, οἱ σεπτοὶ χορείαν, ἐκλελαμπρυσμένην, διατυπώσαντες ᾠδήν, τὴν πολυΰμνητον ᾖδον ψάλλοντες, τὴν ὄντως ἀδιάδοχον, καὶ ἀμετάπτωτον πάνσοφοι, Βασιλείαν ποθήσαντες, τὴν οὐράνιον ἔνδοξοι.

Λόγον τῆς σοφίας σου, καταπλαγέντες οἱ Τύραννοι, Δανιὴλ ἀξιάγαστε, καὶ Παίδων τὴν σύνεσιν, τῆς Χαλδαίων χώρας, ἄρχειν καὶ δεσπόζειν, ὑμᾶς κατέστησαν Σεπτοί· τὴν ἀρετὴν γὰρ οἶδε σαφέστατα, θαυμάζειν καὶ πολέμιος, καὶ πολιτείας λαμπρότητα· τῶν παθῶν γὰρ κρατήσαντες, ἡγεμόνες γεγόνατε.
Δόξα... Ἦχος β' Ἀνατολίου
Πνευματικῶς ἡμᾶς πιστοὶ συνήγαγε σήμερον, ὁ Προφήτης Δανιήλ, καὶ τράπεζαν προτίθησιν ἀρετῶν δαψιλῶς, πλουσίοις καὶ πένησι, καὶ ξένοις καὶ αὐτόχθοσι, καὶ κρατῆρα νοητόν, προχέοντα νᾶμα εὐσεβείας, καὶ εὐφραίνοντα καρδίας πιστῶν, καὶ Πνεύματος Ἁγίου χάριν παρέχοντα· Οὗτος γὰρ ὁ προφήτης, ὁ φανότατος λύχνος, ὁ λάμψας ἐν τῷ κόσμῳ, τὰ σεβάσματα πάντα τῶν Ἀσσυρίων καθεῖλε, καὶ θηρῶν ἀτιθάσων στόματα ἔφραξε. Σὺν τούτῳ καὶ οἱ τρεῖς Παῖδες εὐφημείσθωσαν, οὐ χρυσοῖ τῇ φύσει ὄντες, χρυσίου δὲ δοκιμώτεροι δεικνύμενοι· οὐ γὰρ ἐχώνευσεν αὐτοὺς τὸ πῦρ τῆς καμίνου, ἀλλ' ἐφύλαξεν ἀκεραίους, οὓς νάφθα καὶ πίσσα καὶ κληματίδες ἔστεψαν· Ὁ δὲ ἀγαγὼν ἡμᾶς, εἰς τὴν περίοδον τοῦ χρόνου Κύριος, ἀξιώσαι ἡμᾶς φθάσαι, καὶ ἐπὶ τὴν κυρίαν, καὶ σεβασμίαν ἡμέραν τῶν γενεθλίων Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν ταῖς αὐτῶν ἱκεσίαις, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν... Προεόρτιον ὁ αὐτὸς
Σπήλαιον εὐτρεπίζου, ἡ, Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν, Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς, ποιμένες ἀγραυλοῦντες μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου μητρός· ὄνπερ καὶ κύψασα δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς, πῶς ἐνεσπάρης μοι ἢ πῶς μοι ἐνεφύης ὁ λυτρωτής μου καὶ Θεός.


Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Δανιὴλ ὁ θαυμάσιος, τὴν καρδίαν κτησάμενος, καθαρὸν τοῦ Πνεύματος καταγώγιον, καὶ παρ' αὐτοῦ φωτιζόμενος, μελλόντων τὴν δήλωσιν, προθεσπίζει προφανῶς, προφητείας λαμπρότησι, καλλυνόμενος, καὶ τρανῶς σαφηνίζων τῶν κρατούντων, παρανόμων Βασιλέων, τὰ κεκρυμμένα ἐνύπνια.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἀγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεὸς

Προστομώσας τὸ σῶμά σου, τῇ νηστείᾳ ἀδάμαστον, τῶν λεόντων στόμασιν ἀπετέλεσας· μέσον γὰρ τούτων ἱστάμενος, Προφῆτα θεσπέσιε, καὶ Θεῷ τῷ ἀγαθῷ, ἀτενίζων διέμεινας, ἀπαράτρωτος, ἀπορρήτῳ δυνάμει τοῦ τὰ πάντα, ἐνεργοῦντος παραδόξως, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν.

Στίχ. τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς

Ἐπὶ θρόνου καθήμενον, καὶ Ἀγγέλοις κυκλούμενον, τὸν ὑπὲρ κατάληψιν ἐθεώρησας, κριτὴν ὑπάρχοντα δίκαιον, Προφῆτα θαυμάσιε, ἐκπλαγεὶς δὲ τὸ φρικτόν, τῆς ἐμφόβου ὁράσεως διεσήμανας, τοῖς μετέπειτα πᾶσιν ὑπογράψας, τὴν δευτέραν παρουσίαν, τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν.
Δόξα... Τῶν Ἁγίων Παίδων
Ἦχος πλ. β'
Ἐν ψυχῇ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως, ἐν μέσῳ τῆς καμίνου τοῦ πυρός, τὸν παγκόσμιον ὕμνον ἐμελῳδήσατε, Παῖδες τρισόλβιοι, καὶ τῆς φωνῆς ὑμῶν εἰσήκουσεν, ὁ ὢν ἐγγὺς Κύριος, τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σῴζων, καὶ διατηρήσας ἀσινεῖς, προσεδέξατο ὑμᾶς, ὡς θυσίαν καθαράν. Διὸ ἀπόγονοι Ἀβραὰμ τυγχάνοντες, παῖδες Θεοῦ γενέσθαι ἠξιώθητε. Παρρησίαν οὖν ἔχοντες πρὸς αὐτόν, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... ὁ αὐτὸς
Προεόρτιον
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι ἥκει, Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε, ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε· πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέτην.

Ἀπολυτίκιον τῶν Ὁσίων Παίδων
καὶ Προφήτου Ἦχος β'
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ ἅγιοι τρεῖς παῖδες ἠγάλλοντο, καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο, ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον
Ἦχος β'
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε Μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Nessun commento:

Posta un commento