giovedì 12 luglio 2012

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ  ΙΟΥΛΙΟΥ
Ἡ Σύναξις τοῦ Ἀρχαγγέλου Γαβριήλ, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου.

Ἦχος α
Πανεύφημοι Μάρτυρες 
Γαβριὴλ ὁ μέγιστος ὁ νοῦς, ὁ θεοειδέστατος, ὁ φωταυγὴς καὶ σωτήριος, φῶς τὸ τρισήλιον, καθορᾷ καὶ μέλπει, σὺν ταῖς ἄνω τάξεσι, τὸ θεῖον καὶ φρικῶδες μελῴδημα, καθικετεύει τε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Τὸ μέγα μυστήριον τὸ πρίν, τοῖς Ἀγγέλοις ἄγνωστον, καὶ πρὸ αἰώνων τηρούμενον, μόνος πεπίστευσαι, Γαβριὴλ καὶ τοῦτο, τῇ μόνῃ τεθάρρηκας, Ἁγνη εἰς Ναζαρέτ ἀφικόμενος, μεθ' ἧς ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Φωτὸς ὢν ἀνάπλεως ἀεί, καὶ ποιῶν τὸ θέλημα, καὶ ἐκτελῶν τὰ προστάγματα, τοῦ Παντοκράτορος, ἀρχηγὲ Ἀγγέλων, Γαβριὴλ πανάριστε, τοὺς πόθῳ σε τιμῶντας περίσῳζε, ἀεὶ αἰτούμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου 
Πάτερ θεοφόρε Στέφανε, θείᾳ φρονήσει τὸν νοῦν, ὀχυρώσας λαμπρότατα, τὸν θυμὸν ἀνδρείᾳ τε, σωφροσύνῃ τὴν ἔφεσιν, δικαιοσύνῃ ἅπασαν δύναμιν, ψυχῆς ἰθύνας φιλοσοφώτατα, ἅρμα τερπνότατον, ἀρετῶν συνήρμοσας, οὗ ἐπιβάς, χαίρων ἀνελήλυθας, πρὸς ὕψος ἔνδοξε.

Πάτερ θεηγόρε Στέφανε, θεολογίᾳ τὸν νοῦν, κατελάμπρυνας Ὅσιε, δορυφόρον οἷὰ πέρ, τὸν θυμὸν προτεινόμενος, κατὰ βλασφήμων μάκαρ αἱρέσεων, ἐπιθυμίᾳ τρυφῆς τῆς ἄνωθεν, ἧς κατηξίωσε, μετασχεῖν θεσπέσιε, παρεστηκώς, θρόνῳ τοῦ Παντάνακτος, καὶ Παντοκράτορος.

Πάτερ θεορρῆμον Στέφανε, δι' ἐγκρατείας τὸν νοῦν, πιεζόμενος πάντοθεν, πρὸς τὸ πρῶτον αἴτιον, ἀνατρέχειν ἀνέπεισας, καὶ κατευνάσας, κόσμου τὸν τάραχον, καὶ τοὺς θορύβους ἀποσεισάμενος, νοῦ καθαρότητι, συνεκράθης πάντοτε, πρὸς ἐφετῶν, ὄντως τὸ ἀκρότατον, θεόφρον Ὅσιε.

Τῆς Ἁγίας Μάρτυρος Ἦχος πλ. δ'

Ὢ τοῦ παραδόξου θαύματος 
Ἄστρον ἡμῖν φαεινότατον, ἐκ τῆς Περσίδος σεμνή, Γολινδοὺχ ἐξανέτειλας, ἀρετῶν λαμπρότησι, καὶ τῶν ἄθλων φαιδρότησι, τὴν οἰκουμένην, περιαυγάζουσα, καὶ ἀθεΐας νύκτα διώκουσα· ὅθεν τὴν μνήμην σου, τὴν φωσφόρον σήμερον, περιχαρῶς, πίστει ἑορτάζοντες, ὑμνολογοῦμέν σε.

Θείαις σεμνὴ εἰσηγήσεσιν, ἔγνως Χριστὸν τὸν Θεόν, τοῖς ἐν γῇ ἐνδημήσαντα· καὶ τῆς διανοίας σου, φωτισθεῖσα τὰ ὄμματα, πρὸς πᾶσαν πάλην, τομῶς ἐχώρησας, τῶν ἀοράτων, ἐχθρῶν καὶ ὤλεσας, τούτων τὸ φρύαγμα· ὅθεν διαδήμασι, νικητικοῖς, ἔστεψέ σε Κύριος, ὁ ὑπεράγαθος.
Ἄπληγον τὸν νοῦν ἐτήρησας, ἐν τῷ πληγαῖς ὁμιλεῖν, καὶ χρονίαις καθείρξεσιν, Ἀθληφόρε ἔνδοξε, κατωτάτῳ ἐν λάκκῳ δέ, ἀπορριφεῖσα, ἡμέραις πλείοσι, τροφήν ἐτρέφου, μὴ διαρρέουσαν, δράκοντα δόλιον, κεκτημένη σύνοικον, ἐκ τῆς αὐτοῦ, βλάβης ἀνενόχλητος, Μάρτυς προσμείνασα.
Δόξα... Ἦχος πλ. β'
Συγχάρητε ἡμῖν ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι· ὁ πρωτοστάτης γὰρ ὑμῶν, καὶ ἡμέτερος προστάτης, ὁ μέγας Ἀρχιστράτηγος, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, παραδόξως ἐποπτανόμενος ἁγιάζει. Ὅθεν κατὰ χρέος ἀνυμνοῦντες αὐτὸν βοήσωμεν· Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μέγιστε Γαβριήλ Ἀρχάγγελε.
Καὶ νῦν... Θεοτοκίον
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Ἀρχαγγέλου. Ἦχος δ'
 Νοῦς ὁ προαιώνιος, φῶς ὑπεστήσατο δεύτερον, Γαβριὴλ σε μεθέξεσιν, ἐνθέοις φωτίζοντα, πᾶσαν οἰκουμένην, καὶ τὸ ἀπ' αἰῶνος, ἀνακαλύπτοντα ἡμῖν, θεῖον καὶ μέγα ὄντως μυστήριον, ἐν μήτρᾳ σωματούμενον, παρθενικῇ τὸν ἀσώματον, καὶ γενόμενον ἄνθρωπον, εἰς τὸ σῶσαι τὸν ἄνθρωπον.

Στίχ. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Θρόνῳ παριστάμενος, τῆς τρισηλίου Θεότητος, καὶ πλουσίως λαμπόμενος, ταῖς θείαις λαμπρότησι, ταῖς ἐκπεμπομέναις, ἀπαύστως ἐκεῖθεν, τοὺς ἐπὶ γῆς χαρμονικῶς, χοροστατοῦντας καὶ εὐφημοῦντάς σε, παθῶν ἀχλύος λύτρωσαι, καὶ φωτισμῷ καταλάμπρυνον, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Θραῦσον τὰ φρυάγματα, τῶν ἐκ τῆς Ἄγαρ τῇ ποίμνῃ σου, συνεχῶς ἐπερχόμενα. Κόπασον τὰ σχίσματα, τὰ τῆς Ἐκκλησίας. Πράϋνον τὸν σάλον, τῶν ἀμετρήτων πειρασμῶν. Ῥῦσαι κινδύνων καὶ περιστάσεων, τοὺς πόθῳ σε γεραίροντας, καὶ σοῦ τῇ σκέπῃ προστρέχοντας, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
Ὡς Ταξιάρχης καὶ πρόμαχος, καὶ τῶν Ἀγγέλων ἀρχηγὸς Ἀρχιστράτηγε, πάσης ἀνάγκης καὶ θλίψεως, νόσων καὶ δεινῶν ἁμαρτημάτων ἐλευθέρωσον, τοὺς εἰλικρινῶς ἀνυμνοῦντας, καὶ αἰτουμένους σε ἔνδοξε, ἐναργῶς ὡς ἄϋλος τὸν ἄϋλον καθορῶν, καὶ τῷ ἀπροσίτῳ φωτὶ τῆς τοῦ Δεσπότου δόξης καταλαμπόμενος· Αὐτὸς γὰρ φιλανθρώπως, σάρκα δι' ἡμᾶς ἐκ Παρθένου προσείληφε, σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον.
Ἀπολυτίκιον Ἦχος δ'
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπῃ τῶν πτερύγων τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταξιάρχης τῶν ἄνω Δυνάμεων.

Δόξα... Καὶ νῦν... Θεοτοκίον





Nessun commento:

Posta un commento