lunedì 16 luglio 2012

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ  ΙΟΥΛΙΟΥ
Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.



Ἦχος πλ. δ'Ὢ τοῦ παραδόξου θαύματος 
Ὢ τοῦ παραδόξου θαύματος! τὴν ἐπηρμένην ὀφρύν, τοῦ τὴν γῆν καὶ τὴν θάλασσαν, ἐξαλείφειν φάσκοντος, πρὸς τὴν γῆν ἐταπείνωσεν, ἁπαλὴ κόρη καὶ παναμώμητος, τὰς πανουργίας αὐτοῦ νικήσασα. Ὢ τῆς δυνάμεως, τοῦ Σταυροῦ καὶ χάριτος! ἥτις ἡμῶν, πᾶσαν ὑπεστήριξε, σαφῶς ἀσθένειαν. (Δίς)

Μάρτυς Μαρῖνα πανένδοξε, τὰς οὐρανίους μονάς, ἐπαξίως οἰκήσασα, σὺν παρθένων τάγμασι, καὶ Μαρτύρων στρατεύμασι, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, καὶ προσιόντας πιστῶς τῇ σκέπη σου, σῷζε πρεσβείαις σου, καὶ πταισμάτων ἄφεσιν παρὰ Θεοῦ, αἴτησαι καὶ λύτρωσιν, καὶ μέγα ἔλεος. (Δίς)


Μάρτυς Μαρῖνα Πανεύφημε, οὔτε βασάνων τὸ πῦρ, οὐ τρυφῆς ἡ ἀπόλαυσις, οὐ τοῦ κόσμου χάριτες, οὐ τερπνότης νεότητος, τῆς πρὸς Χριστὸν ἀγάπης ἐχώρισεν, ἐφιεμένην τῆς ὡραιότητος, τῆς ὑπὲρ ἔννοιαν, τοῦ σεπτοῦ νυμφίου σου, ἐπιτυχεῖν, ἧσπερ κατηξίωσαι, θεομακάριστε. (Δίς)
Δόξα... Ἦχος β'
Ἐν φωνῇ ἀγαλλιάσεως, καὶ ἐν ψαλμοῖς ἀλαλαγμοῦ, ἀνυμνήσωμεν Μαρῖναν τὴν μάρτυρα· ὅτι καθεῖλεν ἐπὶ γῆς τῶν εἰδώλων τὴν πλάνην, καὶ τὸν ἀντίπαλον ἐχθρὸν ἀνδρείως ἐν τοῖς ποσὶν αὐτῆς κατεπάτησε· διὸ καὶ τελειωθεῖσα, εἰς οὐρανοὺς ἀνίπταται, τὴν κάραν στεφηφοροῦσα καὶ ἀνακράζουσα· Σὲ νυμφίε μου ποθῶ, καὶ τὸ τοῦ πόθου φίλτρον ἔχουσα, ὑπὲρ σοῦ τὰς σάρκας μου τῷ πυρὶ παρέδωκα, κατασκηνώσω οὖν εἰς τὰς αἰωνίους σου μονάς, ἔνθα ἐστὶ τῶν εὐφραινομένων ἡ κατοικία.
Καὶ νῦν ... Θεοτοκίον
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Εἰς τὴν Λιτήν, Στιχηρὰ lδιόμελα.
Ἦχος α'
Ὡς ἐν πέτρᾳ στερρᾷ, τῆς ὁμολογίας Χριστοῦ προσερεισθεῖσα, Μαρῖνα πανεύφημε, τὸν παλαμναῖον ἐχθρὸν εἰς χάος ἐβύθισας, καὶ στέφος τῆς νίκης ἐπάξιον ἀπείληφας.
Ὁ αὐτὸς
Μετὰ τῶν ἄνω ταγμάτων, συνηριθμήθης ἔνδοξε, κόσμον λιποῦσα, καὶ τὸν Χριστὸν ποθήσασα, Μαρῖνα πάνσεμνε, αἰτοῦσα ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος β'
Ὡς ἀλάβαστρον μύρου, τὸ αἷμά σου προσενήνοχας τῷ σῷ νυμφίῳ Χριστῷ, Μαρῖνα μάρτυς ἀθληφόρε ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ' αὐτοῦ ἀξιάγαστε· ὅθεν καὶ τὸν ἀρχέκακον ἐχθρόν, ὡραίοις σου ποσὶ κατεπάτησας, τῇ ἐπικλήσει τοῦ σωτηρίου ὀνόματος τοῦ Σωτῆρος Χριστοῦ· διὸ καὶ οὐρανίων θαλάμων ἠξιώθης, ὡς παρθένος, καὶ μάρτυς Χριστοῦ πολύαθλε.
Ἦχος δ'
Δοξάζομέν σου Χριστέ, τὴν πολλὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητα, τὴν εἰς ἡμᾶς γενομένην, ὅτι καὶ γυναῖκες κατήργησαν τὴν πλάνην τῆς εἰδωλομανίας, δυνάμει τοῦ Σταυροῦ σου φιλάνθρωπε. Τύραννον οὐκ ἑπτοήθησαν, τὸν δόλιον κατεπάτησαν, ἴσχυσαν δὲ ὀπίσω σου ἐλθεῖν, εἰς ὀσμὴν μύρου σου ἔδραμον, πρεσβεύουσαι ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Ἦχος πλ. α'
Τῇ παρθενικῇ σου θελχθεὶς ὡραιότητι, ὁ Βασιλεὺς τῆς δόξης Χριστός, ὡς ἀμώμητον νύμφην ἑαυτῷ σε ἡρμόσατο, ἀκηράτῳ συναφείᾳ· ἐν γὰρ τῷ θελήματι αὐτοῦ παρασχόμενος τῷ κάλλει σου δύναμιν, κατ' ἐχθρῶν τε καὶ παθῶν, ἀήττητον ἔδειξεν, ἐγκαρτερήσασαν δὲ αἰκίαις πικραῖς, καὶ βασάνοις δριμυτάταις, διπλῷ στέφει δισσῶς σε κατέστεψε, καὶ παρέστησεν ἐκ δεξιῶν αὐτοῦ, ὡς βασίλισσαν πεποικιλμένην. Αὐτὸν δυσώπησον, παρθενομάρτυς Μαρῖνα πανεύφημε, τοῖς ὑμνηταῖς σου δοθῆναι σωτηρίαν, καὶ ζωήν, καὶ μέγα ἔλεος.
Καὶ νῦν ... Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχήρά Προσόμοια.
Ἦχος β' Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν 
Δεῦτε, φιλομάρτυρες πιστῶς, τὴν ὑπὲρ τοῦ πάντων Δεσπότου στερρῶς ἀθλήσασαν, μάρτυρα τιμήσωμεν, Μαρῖναν νύμφην Χριστοῦ· παρθενίας χιτῶνι γάρ, τὸ σῶμα κοσμοῦσα, χρύσεον ὡς ὕφασμα, τούτῳ ἐπέθηκεν, αἷμα, τοῦ σεπτοῦ μαρτυρίου, καὶ διπλοῖς κοσμεῖται στεφάνοις, καὶ τῷ στεφανίτῃ νῦν παρίσταται.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Μέγα, τὸ κατόρθωμα τὸ σόν, μέγα καὶ πανάριστον ὄντως, σοῦ τὸ ἐκνίκημα· φύσις γὰρ εὐπτόητος, καὶ εὐταπείνωτος, τὸν ἀόρατον δράκοντα, τὸ ὄρος τὸ μέγα, νοῦν τὸν πολυμήχανον, Μαρῖνα σὺ ἀληθῶς, εἷλες εὐτελὲς ὡς στρουθίον καὶ καταπατοῦσα χορεύεις, νῦν μετὰ Ἀγγέλων ἀξιάγαστε.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.
Λόγου, τοῦ φανέντος ἐπὶ γῆς νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Μαρῖνα σὺ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ μαραίνουσα χάριτι, φυτὰ ἀθεΐας· ὅθεν τήν πανίερον μνήμην σου σέβομεν, πόθῳ, καὶ λειψάνων τὴν θήκην, νῦν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες.
Δόξα... Ἦχος πλ. β'
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος, καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα· Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτήρ, τὰ ἐλέη σου.
Καὶ νῦν ... Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.







Ἀπολυτίκιον Ἦχος δ'



Ἡ ἀμνάς σου Ἰησοῦ κράζει μεγάλῃ τῇ φωνή· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.







Nessun commento:

Posta un commento